Add parallel Print Page Options

Ὑπομίμνῃσκε αὐτοὺς [a]ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους. ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους. ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ [b]ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ [c]τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι [d]γενηθῶμεν κατ’ ἐλπίδα ζωῆς αἰωνίου.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΤΙΤΟΝ 3:1 ἀρχαῖς WH Treg NIV ] + καὶ RP
  2. ΠΡΟΣ ΤΙΤΟΝ 3:5 WH Treg NIV ] ὧν RP
  3. ΠΡΟΣ ΤΙΤΟΝ 3:5 τὸ αὐτοῦ ἔλεος WH Treg NIV ] τὸν αὐτοῦ ἔλεον RP
  4. ΠΡΟΣ ΤΙΤΟΝ 3:7 γενηθῶμεν WH Treg NIV ] γενώμεθα RP